Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.54 | Dem. 24.57 (English) | >>Dem. 24.59 |
24.55Τιμοκράτης τοίνυν , ὥσπερ μαρτυρίαν ὧν ἀδικεῖ γράφων , εὐθὺς ἀρχόμενος τοῦ νόμου τἀναντίʼ ἔθηκε τούτοις . ὁ μέν γʼ οὐκ ἐᾷ περὶ ὧν ἂν ἅπαξ γνῷ δικαστήριον πάλιν χρηματίζειν · ὁ δʼ ἔγραψεν , καὶ εἴ τινι προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα , τὸν δῆμον τούτῳ χρηματίζειν , ὅπως ἃ μὲν ἔγνω τὸ δικαστήριον λυθήσεται , καταστήσει δʼ ἐγγυητὰς ὁ ὀφλών . καὶ ὁ μὲν νόμος μηδʼ ἐπιψηφίζειν φησὶ τῶν ἀρχόντων παρὰ ταῦτα μηδένα · ὁ δʼ ἔγραψε τοῖς προέδροις ἐπάναγκες , ἐάν τις καθιστῇ , προσάγειν , καὶ προσέγραψεν “ὁπότʼ ἄν τις βούληται .”
λέγʼ ἄλλον νόμον .ἐπίσχες . εἰπέ μοι , τί δεινότατον πάντες ἂν ἀκούσαντες φήσαιτε , καὶ τί μάλιστʼ ἂν ἀπεύξαισθε ; οὐχὶ ταῦτα τὰ πράγμαθʼ ἅπερ ἦν ἐπὶ τῶν τριάκοντα μὴ γενέσθαι ; ἔγωγʼ οἶμαι . ὁ γοῦν νόμος οὑτοσί , εὐλαβούμενος , ὡς ἐμοὶ δοκεῖ , τὸ τοιοῦτον ἀπεῖπε τὰ πραχθέντʼ ἐπʼ ἐκείνων μὴ κύριʼ εἶναι . οὑτοσὶ τοίνυν τὴν αὐτὴν κατέγνω παρανομίαν τῶν ἐπὶ τῆς δημοκρατίας πεπραγμένων ἥνπερ τῶν ἐπʼ ἐκείνων ὑμεῖς · ὁμοίως γοῦν ἄκυρα ποιεῖ .
24.56
Νόμος
τὰς δίκας καὶ τὰς διαίτας ,ὅσαι ἐγένοντο ἐπὶ τοῖς νόμοις ἐν δημοκρατουμένῃ τῇ πόλει ,κυρίας εἶναι .
Νόμος
24.57
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.54 | Dem. 24.57 (English) | >>Dem. 24.59 |